25
φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς ἱεροσόλυμα ἀπὸ καισαρείας ἐνεφάνισάν δὲ αὐτῷ ἀρχιερεύς καὶ οἱ πρῶτοι τῶν ἰουδαίων κατὰ τοῦ παύλου καὶ παρεκάλουν αὐτὸν αἰτούμενοι χάριν κατ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς ἰερουσαλήμ ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν μὲν οὖν φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν παῦλον ἐν καισαρείᾳ ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι οἱ οὖν δυνατοὶ ἐν ὑμῖν φησίν συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτω κατηγορείτωσαν αὐτοῦ διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους δέκα καταβὰς εἰς καισάρειαν τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν παῦλον ἀχθῆναι παραγενομένου δὲ αὐτοῦ περιέστησαν οἱ ἀπὸ ἱεροσολύμων καταβεβηκότες ἰουδαῖοι πολλὰ καὶ βαρέα αἰτιάματα φέροντες κατὰ τοῦ παῦλου οὐκ ἴσχυον ἀποδεῖξαι ἀπολογουμένου αὐτοῦ ὅτι οὔτε εἰς τὸν νόμον τῶν ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς καίσαρά τι ἥμαρτον φῆστος δὲ τοῖς ἰουδαίοις θέλων χάριν καταθέσθαι ἀποκριθεὶς τῷ παύλῳ εἶπεν θέλεις εἰς ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ ἐμοῦ 10 εἶπεν δὲ παῦλος ἐπὶ τοῦ βήματος καίσαρος ἑστώς εἰμι οὗ με δεῖ κρίνεσθαι ἰουδαίους οὐδὲν ἠδίκησα ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις 11 εἰ μὲν γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι καίσαρα ἐπικαλοῦμαι 12 τότε φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη καίσαρα ἐπικέκλησαι ἐπὶ καίσαρα πορεύσῃ 13 ἡμερῶν δὲ διαγενομένων τινῶν ἀγρίππας βασιλεὺς καὶ βερνίκη κατήντησαν εἰς καισάρειαν ἀσπασόμενοι τὸν φῆστον 14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν παῦλον λέγων ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ φήλικος δέσμιος 15 περὶ οὗ γενομένου μου εἰς ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν ἰουδαίων αἰτούμενοι κατ αὐτοῦ δίκην 16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν πρὶν κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος 17 συνελθόντων οὖν αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα 18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγὼ 19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν παῦλος ζῆν 20 ἀπορούμενος δὲ ἐγὼ εἰς τὴν περὶ τούτου ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ἰερουσαλήμ κἀκεῖ κρίνεσθαι περὶ τούτων 21 τοῦ δὲ παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ σεβαστοῦ διάγνωσιν ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ πέμψω αὐτὸν πρὸς καίσαρα 22 ἀγρίππας δὲ πρὸς τὸν φῆστον ἔφη ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι δὲ αὔριον φησίν ἀκούσῃ αὐτοῦ 23 τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ ἀγρίππα καὶ τῆς βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ ἐξοχὴν οὖσιν τῆς πόλεως καὶ κελεύσαντος τοῦ φήστου ἤχθη παῦλος 24 καί φησιν φῆστος ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες θεωρεῖτε τοῦτον περὶ οὗ πᾶν τὸ πλῆθος τῶν ἰουδαίων ἐνέτυχόν μοι ἔν τε ἱεροσολύμοις καὶ ἐνθάδε ἐπιβοῶντες μὴ δεῖν ζῆν αὐτὸν μηκέτι 25 ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν σεβαστὸν ἔκρινα πέμπειν αὐτὸν 26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω διὸ προήγαγον αὐτὸν ἐφ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ βασιλεῦ ἀγρίππα ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψαι 27 ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ αὐτοῦ αἰτίας σημᾶναι